Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.131 Joseph. AJ 11.136 (English) >>Joseph. AJ 11.140

11.134πρὸς δὲ Ἔζδραν ἀφικνοῦνται ἱερέων καὶ Λευιτῶν καὶ θυρωρῶν καὶ ἱεροψαλτῶν καὶ ἱεροδούλων πολλοὶ τὸν ἀριθμόν. συναγαγὼν δὲ τοὺς ἐκ τῆς αἰχμαλωσίας εἰς τὸ πέραν τοῦ Εὐφράτου καὶ τρεῖς ἐπιδιατρίψας ἐκεῖ ἡμέρας νηστείαν αὐτοῖς παρήγγειλεν, ὅπως εὐχὰς ποιήσονται τῷ θεῷ περὶ τῆς αὐτῶν σωτηρίας καὶ τοῦ μηδὲν κατὰ τὴν ὁδὸν παθεῖν ἄτοπον πρὸς τῶν πολεμίων τινος ἄλλου δυσκόλου προσπεσόντος αὐτοῖς· 11.135φθάσας γὰρ Ἔζδρας εἰπεῖν τῷ βασιλεῖ, ὅτι διασώσει αὐτοὺς θεός, οὐ κατηξίωσεν ἱππεῖς αὐτὸν αἰτῆσαι τοὺς προπέμψοντας. ποιησάμενοι δὲ τὰς εὐχάς, ἄραντες ἀπὸ τοῦ Εὐφράτου δωδεκάτῃ τοῦ πρώτου μηνὸς τοῦ ἑβδόμου ἔτους τῆς Ξέρξου βασιλείας παρεγένοντο εἰς Ἱεροσόλυμα μηνὶ πέμπτῳ τοῦ αὐτοῦ ἔτους. 11.136καὶ παραχρῆμα τοῖς γαζοφύλαξιν Ἔζδρας οὖσιν ἐκ τοῦ τῶν ἱερέων γένους παρέστησεν τὰ ἱερὰ χρήματα, ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρύσεα σκεύη ταλάντων εἴκοσι, καὶ χαλκᾶ σκεύη χρυσοῦ κρείττονα σταθμὸν ἔχοντα ταλάντων δώδεκα· ταῦτα γὰρ ἐδωρήσατο βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ πάντες οἱ ἐν Βαβυλῶνι μένοντες Ἰσραηλῖται. 11.137παραδοὺς δὲ ταῦτα τοῖς ἱερεῦσιν Ἔζδρας ἀπέδωκε τῷ θεῷ τὰς ἐκ τῶν ὁλοκαυτώσεων νενομισμένας γίνεσθαι θυσίας, ταύρους δώδεκα ὑπὲρ κοινῆς τοῦ λαοῦ σωτηρίας, κριοὺς ἐνενήκοντα, ἄρνας ἑβδομηκονταδύο, ἐρίφους εἰς παραίτησιν τῶν ἡμαρτημένων δεκαδύο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.131 Joseph. AJ 11.136 (English) >>Joseph. AJ 11.140

Powered by PhiloLogic